domingo, 3 de agosto de 2014

SOMETIDA A MÍ DURANTE TODA MI VIDA

Conjunto mágico del siglo IV d. C. expuesto en el Museo del Louvre (E 27145 abc): vasija, figura de vudú e inscripción griega con el texto de la maldición (SM 1.47, SEG 26:1717, SGD 152).




1. παρακατατίθεμαι ὑμῖν τοῦτον τὸν κατάδεσμον θεο[ῖ]ς καταχθονίοις, Πλούτωνι καὶ Κόρῃ Φερσεφόνῃ
2. Ἐρεσχιγαλ καὶ Ἀδών̣διι τῷ καὶ Βαρβαριθα καὶ Ἑρμῇ καταχθονίῳ Θωουθ φωκενσεψευ ερεκτ̣αθου μισον-
3. κταικ καὶ Ἀνούβιδι κραταιῷ ψηριφθα, τῷ τὰς κλεῖδας ἔχοντι τῶν κατ̣ὰ Ἅιδ̣ους, καὶ δαίμοσι κατα-
4. χθονίοις θεοῖς, ἀώροις τε καὶ ἀώραις, μέλλαξι καὶ παρθένοις, ἐνιαυτοῖς ἐξ ἐνιαυτῶν, μήνασι
5. ἐκ μηνῶν, ἡμέραις ἐκ ἡμερῶν, ὥρασι ὡρῶν, νύκτες ἐκ νυκτῶν· ὁρκίζω πάντας τοὺς δαί-
6. μονας τοὺς ἐν τῷ τόπῳ τούτῳ συνπαραστῆναι τῷ δαίμονι τούτῳ Ἀντινόῳ. διέγειραί μοι σε-
7. αυτὸν καὶ ὕπαγε εἰς πᾶν τ[όπο]ν, εἰς πᾶν ἄμφ̣ο̣δον, εἰς πᾶσαν οἰκ̣ε̣ίαν καὶ κατάδησον Π̣τ̣ολε-
8. μαίδα, ἣν ἔτεκεν Ἀϊᾶς, τὴν θυγατέρα Ὡριγένους, ὅπως μὴ βινηθῇ, μὴ πυγισθῇ, μη-
9. δὲν πρὸς ἡδονὴν ποιήσῃ ἑταίρῳ ἀνδρὶ εἰ μὴ ἐμο̣ὶ μόνῳ τῷ Σαραπάμμωνι, ὃν ἔτε-
10. κεν Ἀρέ̣α, καὶ μὴ ἀφῇς αὐτὴν φαγεῖν, μὴ πεῖν, μὴ στέ[ρ]γειν μήτε ἐξελθεῖν μήτε
11. ὕπνου τυχεῖν ἐκτὸς ἐμοῦ τοῦ Σαραπάμμωνος, οὗ ἔτεκεν Ἀ̣ρ̣έ̣α̣. ἐξορκίζω σε, νεκύδαιμον
12. Ἀντίνοε, κατὰ τοῦ ὀνόματος τρομεροῦ καὶ φοβεροῦ, οὗ ἡ γῆ ἀκούσασα τοῦ ὀνό-
13. ματος ἀνυγήσεται, οὗ οἱ δαίμονες ἀκούσαντες τοῦ ὀνόματος ἐνφόβως φοβοῦνται,
14. οὗ οἱ ποταμοὶ καὶ πέτραι ἀκούσαντες ῥήσσ̣[οντα]ι· ὁρκίζω σε, νεκύδαιμον Ἀντίνοε,
15. κατὰ τοῦ Βαρβαραθαμ χελουμ̣β̣ρ̣α βαρ̣ο̣υ̣[χ] Ἀδωναὶ καὶ κατὰ τοῦ Ἀβρασὰξ
16. καὶ κατὰ τοῦ Ἰαὼ πακεπτωθ πακ̣ε̣βραωθ σα̣βαρβαρ̣αει καὶ κατὰ
17. τοῦ Μαρμαραουωθ καὶ κατὰ τοῦ Μαρμαραχθα μ̣αμαζαγ̣α̣ρ̣. μὴ παρα-
18. κούσῃς, νεκύδαιμον Ἀντίνοε, ἀλλ’ ἔγειραί μοι σεαυτὸν καὶ ὕπαγε εἰς πᾶν τό-
19. πον, εἰς πᾶν ἄμφοδον, εἰς πᾶσαν οἰκείαν καὶ ἄγαγέ μοι τὴν Πτολεμαίδα,
20. ἣν ἔτ̣εκεν Ἀϊᾶ̣ς, τὴν θυγατέρα Ὡριγένους· κατάσχες αὐτῆς τὸ̣ βρωτόν,
21. τὸ ποτόν, ἕως ἔ̣λθῃ πρὸς ἐμὲ τὸν Σαραπάμμωνα, ὃν ἔτεκεν Ἀρέα,
22. καὶ μὴ ἐάσῃς αὐτὴν ἄλλου ἀνδρὸς πεῖραν λαβεῖν εἰ μὴ ἐμοῦ μόνου
23. τοῦ Σαραπάμμωνος. ἕλκε αὐτ̣ὴ̣ν τῶν τριχῶν, τῶν σπλάγχνων,
24. ἕως μὴ ἀποστῇ μου τοῦ Σαραπάμμωνος, οὗ ἔτεκεν Ἀρέ̣α, καὶ ἔχω
25. αὐτὴν τὴν Πτολεμαίδα, ἣν ἔτεκεν Ἀϊᾶς, τὴν θυγατέρα Ὡριγένους,
26. ὑποτεταγμένην εἰς τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου,
27. φιλοῦσάν με, ἐρῶσ[ά]ν μου, λέγουσάν μοι ἃ ἔχει ἐν νόῳ. ἐὰν τοῦτο
28. ποιήσῃς, ἀπολύσω σε.